Loading...
ὁ δὲ τὰς Ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθ’ ἑκάστην πραχθέντα συναγαγὼν Αἰνείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετ’ Ὀδυσσέως οἰκιστὴν γενέσθαι τῆς πόλεως, ὀνομάσαι δ’ αὐτὴν ἀπὸ μιᾶς τῶν Ἰλιάδων Ῥώμης. ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην κοινῇ μετ’ αὐτῆς ἐμπρῆσαι τὰ σκάφη βαρυνομένην τῇ πλάνῃ. ὁμολογεῖ δ’ αὐτῷ καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ ἄλλοι τινές.